[103]
διὰ τί τοὺς ἀπάτορας
σπορίους υἱοὺς καλοῦσιν; οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλʼ ἔστιν ὁ Σπόριος
10
τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος καὶ ὁ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλʼ ἢ διʼ ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μάρκον· ἢ διὰ δυεῖν, ὡς τὸν Τιβέριον
1
καὶ τὸν Γναῖον· ἢ διὰ τριῶν, ὡς τὸν
15
Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ Σπόριος
288f
τῶν διὰ δυεῖν γραφομένων, τοῦ
σ καὶ τοῦ
π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτορας
σίνε πάτρις οἷον ἄνευ πατρός, τῷ μὲν
σ τὸ
σίνε τῷ δὲ π τό
πάτρις σημαίνοντες. τοῦτʼ οὖν τὴν πλάνην ἐποίησε,
20
τὸ διὰ τῶν αὐτῶν γραμμάτων τὸ
σίνε πάτρις καὶ τὸν Σπόριον γράφεσθαι. λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δʼ ἀτοπώτερος τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθʼ οἷον ἐφυβρίζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς
25
ἀγάμου καὶ ἀνεγγύου γεγεννημένον.
2