ΖΕΥΞΙΠΠΟΣ.
πρῶτος 1 μὲν ὁ Σωκράτης παρακελευόμενος φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει , καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν, 25 124e ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά. τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν ἀναγκαίων ἀπολαύειν 2 τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ κινεῖν 5 ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους. ὥσπερ γὰρ αὖ τῷ 3 Σωκράτει 4 γυμνάσιον ἦν οὐκ ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται· τὸ δʼ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον 10 ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν τοῖς μάλιστα. 124f φυλακτέον δὲ τῆς περὶ ταῦτα φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν καὶ φιλοτιμίαν καὶ γὰρ αὗται πολλάκις συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν, ἔνια καὶ πίνειν μὴ διψῶντας, 15 ἀνελευθέρους κομιδῇ καὶ φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς· ἄτοπόν ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ. ταῦτα γὰρ δήπου προάγεται πολλάκις 20 125a χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους καὶ τὸ σῶμα κοινωνεῖν μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς· 25 γυναῖκας ἐνδόξους· πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν ὅτε καὶ καλαῖς· καὶ ἀγαπώσαις συναναπαυόμενοι τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον ἢ Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα 5 125b γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ τὴν δόξαν.De tuenda sanitate praecepta. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1888.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.