ΖΕΥΞΙΠΠΟΣ.
ἀλλὰ τούτους μὲν ἐατέον· οἱ δʼ ἄγαν αὖ 20 πάλιν ἀκριβεῖς καὶ τεταγμένας τινὰς ἐκ περιόδου 135a κριτικὰς ἐμβάλλοντες ἀσιτίας οὐκ ὀρθῶς τὴν φύσιν μὴ δεομένην διδάσκουσι δεῖσθαι συστολῆς καὶ ποιεῖν ἀναγκαίαν τὴν οὐκ ἀναγκαίαν ὑφαίρεσιν ἐν καιρῷ ζητούμενον ἔθος ἀπαιτοῦντι.· βέλτιον γὰρ ἐλευθέροις 25 τοῖς τοιούτοις χρῆσθαι κολασμοῖς εἰς τὸ σῶμα, μηδεμιᾶς 1 προαισθήσεως οὔσης μηδʼ ὑποψίας, καὶ τὴν ἄλλην δίαιταν, ὥσπερ εἴρηται, πρὸς τὸ συντυγχάνον ἀεὶ ταῖς μεταβολαῖς ὑπήκοον ἔχειν, μὴ καταδεδουλωμένην μηδʼ ἐνδεδεμένην ἑνὶ σχήματι βίου πρός τινας καιροὺς ἢ ἀριθμοὺς ἢ περιόδους 135b ἄγεσθαι μεμελετηκότος. οὐ γὰρ ἀσφαλὲς οὐδὲ ῥᾴδιον 5 οὐδὲ πολιτικὸν οὐδʼ ἀνθρωπικὸν ἀλλʼ ὀστρέου τινὸς ζωῇ προσεοικὸς ἢ στελέχους τὸ ἀμετάστατον τοῦτο καὶ κατηναγκασμένον ἐν τροφαῖς καὶ ἀποχαῖς καὶ κινήσεσι καὶ ἡσυχίαις 2 εἰς ἐπίσκιόν τινα βίον καὶ σχολαστὴν καὶ μονότροπόν τινα 3 καὶ ἄφιλον καὶ 10 ἄδοξον ἀπωτάτω πολιτείας καθίσασιν ἑαυτοὺς καὶ συστείλασιν οὐ κατά γε τὴν ἐμήν ἔφη γνώμηνDe tuenda sanitate praecepta. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1888.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.