ΖΕΥΞΙΠΠΟΣ.
καὶ 5 καθάπερ οἱ Λάκωνες ὄξος καὶ ἅλας διδόντες τῷ μαγείρῳ τὰ λοιπὰ κελεύουσιν ἐν τῷ ἱερείῳ ζητεῖν, οὕτως ἐν τῷ σώματι τοῦ προσφερομένου τὰ κάλλιστα τῶν ἡδυσμάτων ἐστίν, ἄνπερ ὑγιαίνοντι καὶ καθαρῷ προσφέρηται. γλυκὺ μὲν γὰρ ἢ πολυτελὲς ἔξω καὶ 10 καθʼ αὑτὸ τῶν τοιούτων ἕκαστόν ἐστιν, ἡδὺ δὲ πέφυκεν ἐν τῷ ἡδομένῳ καὶ μετὰ τοῦ ἡδομένου 128d γίγνεσθαι κατὰ φύσιν ἔχοντος· ἐν δὲ δυσαρέστοις καὶ κραιπαλῶσι καὶ φαύλως διακειμένοις πάντα τὴν αὑτῶν χάριν καὶ ὥραν ἀπόλλυσι. διὸ δεῖ μὴ σκοπεῖν 15 τὸν ἰχθὺν εἰ πρόσφατος, μηδὲ τὸν ἄρτον εἰ καθαρός, μηδὲ τὸ βαλανεῖον εἰ θερμόν, μηδὲ τὴν ἑταίραν εἰ εὔμορφος, ἀλλʼ ἑαυτὸν, 1 εἰ μὴ ναυτιώδης μηδὲ θολερὸς μηδʼ ἕωλος μηδὲ τεταραγμένος. εἰ δὲ μή, καθάπερ εἰς οἰκίαν πενθοῦσαν ἐμβαλόντες ἐπίκωμοι 20 μεθύοντες οὐ φιλοφροσύνην παρέσχον οὐδʼ ἡδονὴν ἀλλὰ κλαυθμοὺς καὶ ὀδυρμοὺς 2 ἐποίησαν, 128e οὕτω καὶ ἀφροδίσια καὶ ὄψα καὶ βαλανεῖα καὶ οἶνος ἐν σώματι κακῶς καὶ παρὰ φύσιν ἔχοντι μιγνύμενα τοῖς μὴ καθεστῶσι καὶ διεφθορόσι φλέγμα καὶ χολὴν 25 κινεῖ καὶ ταράττει καὶ προσεξίστησιν, 3 ἡδὺ δʼ οὐδὲν ἀξιολόγως οὐδʼ ἀπολαυστικὸν οὐδὲν οἷον προσεδοκήσαμεν ἀποδίδωσιν.De tuenda sanitate praecepta. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1888.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.