ΖΕΥΞΙΠΠΟΣ.
οὐκ ἀγνοῶ δʼ ὅτι καὶ διὰ κόπους πυρέττουσιν 10 ἄνθρωποι καὶ διʼ ἐγκαύσεις καὶ διὰ περιψύξεις. ἀλλʼ ὥσπερ αἱ τῶν ἀνθέων ὀσμαὶ καθʼ ἑαυτὰς ἀσθενεῖς εἰσι, μιχθεῖσαι δὲ τῷ ἐλαίῳ ῥώμην ἴσχουσι καὶ τόνον, οὕτω ταῖς ἔξωθεν αἰτίαις καὶ ἀρχαῖς οἷον 127c οὐσίαν καὶ σῶμα παρέχει τὸ πλῆθος ὑποκείμενον. 15 ἄνευ δὲ τούτων 1 χαλεπὸν οὐδέν, ἀλλʼ ἐξαμαυροῦνται καὶ διαχέονται ῥᾳδίως, αἵματος λεπτοῦ. καὶ πνεύματος καθαροῦ δεχομένου τὴν κίνησιν ἐν δὲ πλήθει καὶ περιττώματι οἷον ἰλὺς ἀναταραττομένη μιαρὰ ποιεῖ πάντα καὶ δυσχερῆ καὶ δυσαπάλλακτα. διὸ 20 δεῖ μὴ καθάπερ οἱ ἄπλοοι 2 ναύκληροι πολλὰ διʼ ἀπληστίαν ἐμβαλόμενοι, τοὐντεῦθεν ἤδη διατελοῦσιν ἀντλοῦντες καὶ ὑπεξαιροῦντες τὴν θάλατταν, οὕτως ἐμπλήσαντας τὸ σῶμα καὶ βαρύναντας ὑποκαθαίρειν 127d αὖθις καὶ ὑποκλύζειν, ἀλλὰ διατηρεῖν εὐσταλές, 25 ὅπως κἂν πιεσθῇ ποτε, φελλοῦ δίκην ὑπὸ κουφότητος, ἀναφέρηται.De tuenda sanitate praecepta. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1888.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.