ΜΟΣΧΙΩΝ.
σὺ δὴ Γλαῦκον χθές, ὦ Ζεύξιππε, τὸν ἰατρὸν ἀπετρίψω συμφιλοσοφεῖν ὑμῖν βουλόμενον.ΖΕΥΞΙΠΠΟΣ.
οὔτʼ ἀπετριψάμην, 1 ὦ φίλε Μοσχίων, 5 οὔτʼ ἐβούλετο συμφιλοσοφεῖν ἐκεῖνος, ἀλλʼ 122c ἔφυγον καὶ ἐφοβήθην λαβὴν φιλομαχοῦντι παρασχεῖν. ἐν μὲν γὰρ ἰατρικῇ καθʼ Ὅμηρον 2 ὁ ἀνὴρΜΟΣΧΙΩΝ.
ἀλλὰ καὶ τούτων ἔγωγε καὶ τῶν ἄλλων, ὦ Ζεύξιππε, πρόθυμος ἀκροατὴς ἡδέως ἂν γενοίμην.ΖΕΥΞΙΠΠΟΣ.
φιλόσοφος γὰρ εἶ τὴν φύσιν, ὦ Μοσχίων, καὶ τῷ μὴ φιλιατροῦντι χαλεπαίνεις 5 φιλοσόφῳ, καὶ ἀγανακτεῖς εἰ μᾶλλον αὑτὸν οἴεται προσήκειν γεωμετρίας καὶ διαλεκτικῆς καὶ μουσικῆς ὁρᾶσθαι μεταποιούμενον ἢ ζητεῖν καὶ μανθάνειν βουλόμενον 10ΜΟΣΧΙΩΝ.
ἀλλὰ Γλαῦκον μὲν ἐῶμεν, ὦ Ζεύξιππε 122f , ὑπὸ σεμνότητος αὐτοτελῆ βουλόμενον εἶναι καὶ ἀπροσδεᾶ φιλοσοφίας, σὺ δὲ τοὺς λόγους ἡμῖν 25 δίελθε πάντας εἰ δὲ βούλει, πρώτους ἐκείνους ὧν ἔφης οὐ πάνυ μετὰ σπουδῆς εἰρημένων ἐπιλαμβάνεσθαι τὸν Γλαῦκον.De tuenda sanitate praecepta. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1888.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.