[2] ἐναντίον
1
δὲ μετὰ πολλῶν ἄλλων οὐχ ἥκιστα πρὸς
2
φιλίας κτῆσιν ἡ τῆς πολυφιλίας ὄρεξις, ὥσπερ
5
ἔρως
3
ἀκολάστων γυναικῶν τῷ πολλάκις καὶ πολλοῖς
93d
συμπλέκεσθαι τῶν πρώτων κρατεῖν μὴ δυνάμενος
4
ἀμελουμένων καὶ ἀπορρεόντων· μᾶλλον δʼ ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος εἰς τὸν λειμῶνα καθίσας ἔδρεπεν
10
ἕτερον ἐφʼ ἑτέρῳ αἰρόμενος
5
ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ
τὸ νήπιον ἄπληστον
6
ἔχων,
οὕτως ἕκαστον ἡμῶν διὰ τὸ φιλόκαινον καὶ ἁψίκορον ὁ πρόσφατος ἀεὶ καὶ ἀνθῶν ἐπάγεται, καὶ μετατίθησι
15
πολλὰς ὁμοῦ καὶ ἀτελεῖς ἀρχὰς πράττοντας φιλίας καὶ συνηθείας, ἔρωτι τοῦ διωκομένου παρερχομένους
93e
τὸ
7
καταλαμβανόμενον. πρῶτον μὲν οὖν ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τῆς τοῦ βίου φήμης ἣν ὑπὲρ φίλων βεβαίων ἀπολέλοιπεν ἡμῖν, τὸν
20
μακρὸν καὶ παλαιὸν αἰῶνα μάρτυρα ἅμα τοῦ λόγου καὶ σύμβουλον λάβωμεν, ἐν ᾧ κατὰ ζεῦγος φιλίας λέγονται Θησεὺς καὶ Πειρίθους, Ἀχιλλεὺς καὶ Πάτροκλος, Ὀρέστης καὶ Πυλάδης, Φιντίας καὶ Δάμων, Ἐπαμεινώνδας καὶ Πελοπίδας· σύννομον γὰρ ἡ
25
φιλία ζῷον οὐκ ἀγελαῖόν ἐστιν οὐδὲ κολοιῶδες, καὶ τὸ ἄλλον αὑτὸν ἡγεῖσθαι τὸν φίλον καὶ
προσαγορεύειν ἑταῖρον ἕτερον οὐδέν
8
ἐστιν ἢ μέτρῳ φιλίας τῇ δυάδι χρωμένων. οὔτε γὰρ δούλους οὔτε φίλους
93f
ἔστι κτήσασθαι πολλοὺς ἀπʼ ὀλίγου νομίσματος. τί οὖν νόμισμα φιλίας; εὔνοια καὶ χάρις μετʼ ἀρετῆς,
5
ὧν οὐδὲν ἔχει σπανιώτερον ἡ φύσις. ὅθεν τὸ σφόδρα φιλεῖν καὶ φιλεῖσθαι πρὸς πολλοὺς οὐκ ἔστιν, ἀλλʼ ὥσπερ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες ἀσθενεῖς καὶ λεπτοὶ ῥέουσιν, οὕτω τὸ φιλεῖν ἐν ψυχῇ σφοδρὸν πεφυκὸς εἰς πολλοὺς
10
μεριζόμενον ἐξαμαυροῦται. διὸ καὶ τῶν ζῴων τὸ φιλότεκνον τοῖς μονοτόκοις ἰσχυρότερον ἐμφύεται,
94a
καὶ Ὅμηρος·
9
ἀγαπητὸν υἱὸν ὀνομάζει
μοῦνον τηλύγετον τουτέστι τὸν τοῖς μήτʼ
10
ἔχουσιν ἕτερον γονεῦσι μήθʼ ἕξουσι γεγενημένον.
15