[2] ἐπεὶ δʼ ὥσπερ τῶν ἐγγραφομένων εἰς τὰς πολιτείας οἱ μὲν ἀλλοδαποὶ καὶ ξένοι κομιδῇ πολλὰ
37f
μέμφονται καὶ δυσκολαίνουσι τῶν γιγνομένων, οἱ δʼ ἐκ μετοίκων σύντροφοι καὶ συνήθεις τῶν νόμων ὄντες οὐ χαλεπῶς προσδέχονται τὰ ἐπιβάλλοντα καὶ
10
στέργουσιν, οὕτω σε δεῖ
1
πολὺν χρόνον ἐν φιλοσοφίᾳ παρατρεφόμενον καὶ πᾶν μάθημα καὶ ἄκουσμα παιδικὸν ἀπʼ ἀρχῆς ἐθισθέντα προσφέρεσθαι λόγῳ φιλοσόφῳ μεμιγμένον, εὐμενῆ καὶ οἰκεῖον ἥκειν εἰς φιλοσοφίαν, ἣ μόνη τὸν ἀνδρεῖον καὶ τέλειον ὡς
15
ἀληθῶς ἐκ λόγου τοῖς νέοις περιτίθησι κόσμον. Οὐκ ἂν ἀηδῶς οἶμαί
2
σε προακοῦσαι
3
περὶ τῆς ἀκουστικῆς
38a
αἰσθήσεως, ἣν ὁ Θεόφραστος παθητικωτάτην εἶναί φησι πασῶν. οὔτε γὰρ ὁρατὸν οὐδὲν οὔτε γευστὸν οὔτε ἁπτὸν ἐκστάσεις ἐπιφέρει καὶ ταραχὰς καὶ
20
πτοίας τηλικαύτας ἡλίκαι καταλαμβάνουσι τὴν ψυχὴν κτύπων τινῶν καὶ πατάγων καὶ ἤχων τῇ ἀκοῇ προσπεσόντων. ἔστι δὲ λογικωτέρα μᾶλλον ἢ παθητικωτέρα. τῇ μὲν γὰρ κακίᾳ πολλὰ χωρία καὶ μέρη τοῦ σώματος παρέχει διʼ αὐτῶν ἐνδῦσαν ἅψασθαι τῆς
25
ψυχῆς, τῇ δʼ ἀρετῇ μία λαβὴ τὰ ὦτα τῶν νέων
38b
ἐστίν, ἂν ᾖ
4
καθαρὰ καὶ ἄθρυπτα κολακείᾳ καὶ λόγοις ἄθικτα φαύλοις ἀπʼ ἀρχῆς φυλάττηται. διὸ καὶ
Ξενοκράτης τοῖς παισὶ μᾶλλον ἢ τοῖς ἀθληταῖς ἐκέλευε περιάπτειν ἀμφωτίδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων, οὐκ ἀνηκοΐαν οὐδὲ κωφότητα προμνώμενος,
5
ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει , τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν. καὶ Βίας ὁ παλαιὸς Ἀμάσιδι, κελευσθεὶς τὸ
10
χρηστότατον ὁμοῦ καὶ φαυλότατον ἐκπέμψαι κρέας τοῦ ἱερείου, τὴν γλῶτταν ἐξελὼν ἀπέπεμψεν, ὡς καὶ βλάβας καὶ ὠφελείας τοῦ λέγειν ἔχοντος μεγίστας.
38c
οἵ τε πολλοὶ τὰ μικρὰ παιδία καταφιλοῦντες αὐτοὶ τε τῶν ὤτων ἅπτονται κἀκεῖνα τοῦτο ποιεῖν κελεύουσιν,
15
αἰνιττόμενοι μετὰ παιδιᾶς ὅτι δεῖ φιλεῖν μάλιστα τοὺς διὰ τῶν ὤτων ὠφελοῦντας. ἐπεὶ ὅτι γε πάσης ἀκροάσεως ἀπειργόμενος ὁ νέος καὶ λόγου μηδενὸς γευόμενος οὐ μόνον ἄκαρπος ὅλως καὶ ἀβλαστὴς διαμένει
5
πρὸς ἀρετήν, ἀλλὰ καὶ διαστρέφοιτʼ
20
ἂν πρὸς κακίαν, ὥσπερ ἐκ χώρας ἀκινήτου καὶ ἀργῆς ἄγρια πολλὰ τῆς ψυχῆς ἀναδιδούς, δῆλόν ἐστι. τὰς γὰρ ἐφʼ ἡδονὴν ὁρμὰς καὶ πρὸς πόνον
38d
ὑποψίας οὐ θυραίους οὐδʼ ὑπὸ λόγων ἐπεισάκτους, ἀλλʼ ὥσπερ αὐτόχθονας οὔσας μυρίων παθῶν καὶ
25
νοσημάτων πηγάς ἂν ἐᾷ τις ἀφέτους ᾗ πεφύκασι χωρεῖν καὶ μὴ λόγοις χρηστοῖς ἀφαιρῶν ἢ παρατρέπων καταρτύῃ τὴν φύσιν, οὐκ ἔστιν ὃ τῶν θηρίων οὐκ ἂν ἡμερώτερον ἀνθρώπου φανείη.