[8] οὕτως οὖν τούτων ἐχόντων ἐπάγωμεν τοῖς ποιήμασι τὸν νέον μὴ τοιαύτας ἔχοντα δόξας περὶ τῶν καλῶν ἐκείνων καὶ μεγάλων ὀνομάτων, ὡς ἄρα σοφοὶ καὶ δίκαιοι οἱ ἄνδρες ἦσαν, ἄκροι τε βασιλεῖς καὶ κανόνες ἀρετῆς ἁπάσης καὶ ὀρθότητος. ἐπεὶ
20
βλαβήσεται μεγάλα δοκιμάζων πάντα καὶ τεθηπώς, μὴ δυσχεραίνων δὲ μηδὲν μηδʼ ἀκούων μηδʼ ἀποδεχόμενος τοῦ ψέγοντος αὐτοὺς τοιαῦτα πράττοντας καὶ λέγοντας
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
1
25
μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσσοι ἔασι,
25f
μήτε τις Ἀργείων, νῶιν δʼ ἐκδῦμεν ὄλεθρον,
ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύοιμεν
καὶ
οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς
2
Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
καὶ
5
παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
3
καί
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος
4
26a
μηδὲν οὖν ἐπαινεῖν ἐθιζέσθω τοιοῦτον ὁ νέος, μηδὲ
10
προφάσεις λέγων μηδὲ παραγωγάς τινας εὐπρεπεῖς ἐπὶ πράγμασι φαύλοις μηχανώμενος πιθανὸς ἔστω καὶ πανοῦργος, ἀλλʼ ἐκεῖνο μᾶλλον οἰέσθω, μίμησιν εἶναι τὴν ποίησιν ἠθῶν καὶ βίων, καὶ ἀνθρώπων οὐ τελείων οὐδὲ καθαρῶν οὐδʼ ἀνεπιλήπτων παντάπασιν,
15
ἀλλὰ μεμιγμένων πάθεσι καὶ δόξαις ψευδέσι καὶ ἀγνοίαις, διὰ δʼ εὐφυΐαν αὑτοὺς πολλάκις μετατιθέντων πρὸς τὸ κρεῖττον. ἡ γὰρ τοιαύτη παρασκευὴ τοῦ νέου καὶ διάνοια, τοῖς μὲν εὖ λεγομένοις
26b
καὶ πραττομένοις, ἐπαιρομένου καὶ συνενθουσιῶντος,
20
τὰ δὲ φαῦλα μὴ προσιεμένου καὶ δυσχεραίνοντος, ἀβλαβῆ παρέξει τὴν ἀκρόασιν. ὁ δὲ πάντα θαυμάζων καὶ πᾶσιν ἐξοικειούμενος καὶ καταδεδουλωμένος τῇ δόξῃ τὴν κρίσιν ὑπὸ τῶν ἡρωϊκῶν ὀνομάτων, ὥσπερ οἱ τὴν Πλάτωνος ἀπομιμούμενοι κυρτότητα
25
καὶ τὴν Ἀριστοτέλους τραυλότητα, λήσεται πρὸς πολλὰ τῶν φαύλων εὐχερὴς γενόμενος. δεῖ δὲ μὴ δειλῶς μηδʼ ὥσπερ ὑπὸ δεισιδαιμονίας ἐν ἱερῷ φρίττειν ἅπαντα; καὶ προσκυνεῖν, ἀλλὰ θαρραλέως ἐθιζόμενον
ἐπιφωνεῖν μηδὲν ἧττον τοῦ
ὀρθῶς καὶ
πρεπόντως τὸ
οὐκ ὀρθῶς καὶ
ὁ προσηκόντως
26c
οἷον ὁ Ἀχιλλεὺς ἐκκλησίαν συνάγει τῶν στρατιωτῶν νοσούντων, ἀσχάλλων μὲν ἀργοῦντι τῷ πολέμῳ μάλιστα
5
πάντων διὰ τὴν ἐν ταῖς στρατείαις ἐπιφάνειαν αὐτοῦ καὶ δόξαν, ἰατρικὸς δʼ ὢν καὶ μεθʼ ἡμέραν ἐνάτην ταῦτα κρίνεσθαι πέφυκεν αἰσθόμενος οὐκ οὖσαν συνήθη τὴν νόσον οὐδὲ συνεστῶσαν ἀπὸ κοινῶν αἰτιῶν, ἀναστὰς οὐ δημαγωγεῖ πρὸς τὸν
5
ὄχλον,
10
ἀλλὰ τῷ βασιλεῖ γίγνεται σύμβουλος
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω
6
26d
ὀρθῶς ταῦτα καὶ μετρίως καὶ πρεπόντως τοῦ δὲ μάντεως δεδιέναι φήσαντος τὴν ὀργὴν τοῦ δυνατωτάτου
15
τῶν Ἑλλήνων, οὐκέτʼ ὀρθῶς οὐδὲ μετρίως, ἐπομόσας μηδένα προσοίσειν χεῖρας αὐτῷ ζῶντος αὐτοῦ, προστίθησιν
, ἐνδεικνύμενος ὀλιγωρίαν καὶ περιφρόνησιν τοῦ ἄρχοντος.
20
ἐκ δὲ τούτου μᾶλλον παροξυνθεὶς ἐπὶ τὸ ξίφος φέρεται σφάττειν διανοούμενος, οὔτε πρὸς τὸ καλὸν ὀρθῶς οὔτε πρὸς τὸ συμφέρον. εἶτʼ αὖθις μετανοήσας
ἄψ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε
8
25
26e
, ὀρθῶς πάλιν καὶ καλῶς, ὅτι τὸν θυμὸν ἐκκόψαι παντάπασι μὴ δυνηθεὶς , ὅμως πρὶν ἀνήκεστόν τι
δρᾶσαι μετέστησε καὶ κατέσχεν εὐπειθῆ τῷ λογισμῷ γενόμενον. πάλιν ὁ Ἀγαμέμνων ἐν μὲν τοῖς περὶ τὴν ἐκκλησίαν γιγνομένοις καὶ λεγομένοις ὑπʼ αὐτοῦ καταγέλαστός ἐστιν, ἐν δὲ τοῖς περὶ Χρυσηίδα σεμνότερος
5
καὶ βασιλικώτερος. ὁ μὲν γὰρ Ἀχιλλεὺς ἀγομένης τῆς Βρισηίδος
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς
9
, οὗτος δʼ αὐτὸς εἰς τὴν ναῦν ἐμβιβάζων καὶ παραδιδοὺς
26f
καὶ ἀποπέμπων τὴν ἄνθρωπον ἣν ὀλίγῳ
10
πρόσθεν εἴρηκε τῆς γαμετῆς τῇ εὐνοίᾳ προκρίνειν, οὐδὲν ἐρωτικὸν οὐδʼ αἰσχρὸν ἐποίησε. καὶ μὴν ὁ Φοίνιξ διὰ τὴν παλλακίδα κατάρατος ὑπὸ τοῦ πατρὸς γενόμενος
τὸν μὲν ἐγώ, φησί, βούλευσα κατακτάμεν ὀξέι
10
15
χαλκῷ
ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὃς ῥʼ ἐνὶ θυμῷ
δήμου θῆκε φάτιν καὶ ὀνείδεα πόλλʼ ἀνθρώπων,
ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην
ὁ μὲν οὖν Ἀρίσταρχος ἐξεῖλε ταῦτα τὰ ἔπη φοβηθείς·
20
ἔχει δὲ πρὸς τὸν καιρὸν ὀρθῶς, τοῦ Φοίνικος τὸν Ἀχιλλέα διδάσκοντος οἷόν ἐστιν ὀργὴ καὶ ὅσα
27a
διὰ θυμὸν ἄνθρωποι τολμῶσι, μὴ χρώμενοι λογισμῷ μηδὲ πειθόμενοι τοῖς παρηγοροῦσι. καὶ γὰρ τὸν Μελέαγρον ἐπεισάγει τοῖς πολίταις ὀργιζόμενον, εἶτα
25
πραϋνόμενον, ὀρθῶς τὰ πάθη ψέγων, τὸ δὲ μὴ συνακολουθεῖν ἀλλʼ ἀντιτάττεσθαι καὶ κρατεῖν καὶ μετανοεῖν ἐπαινῶν ὡς καλὸν καὶ συμφέρον. ἐνταῦθα μὲν οὖν ἡ διαφορὰ πρόδηλος· ὅπου δʼ ἀσαφῆ τὰ τῆς
γνώμης, διοριστέον οὕτω πως ἐφιστάντας τὸν νέον. εἰ μὲν ἡ Ναυσικάα ξένον ἄνδρα τὸν Ὀδυσσέα θεασαμένη καὶ παθοῦσα τὸ τῆς Καλυψοῦς πάθος πρὸς αὐτόν, ἅτε δὴ τρυφῶσα καὶ γάμων ὥραν ἔχουσα,
5
27b
τοιαῦτα μωραίνει πρὸς τὰς θεραπαινίδας
αἲ γὰρ ἐμοὶ
11
τοιόσδε πόσις κεκλημένος εἴη
ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν
, ψεκτέον τὸ θράσος αὐτῆς καὶ τὴν ἀκολασίαν εἰ δὲ τοῖς λόγοις τοῦ ἀνδρὸς τὸ ἦθος ἐνιδοῦσα καὶ θαυμάσασα
10
τὴν ἔντευξιν αὐτοῦ πολὺν νοῦν ἔχουσαν εὔχεται τοιούτῳ συνοικεῖν μᾶλλον ἢ πλωτικῷ τινι καὶ ὀρχηστικῷ τῶν πολιτῶν, ἄξιον ἄγασθαι. πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δʼ αὐτῇ χαριζομένων ἱμάτια
15
καὶ κόσμον ἄλλον, ἡδόμενος Ὀδυσσεὺς
27c
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμόν
12
εἰ μὲν ἐπὶ τῇ δωροδοκίᾳ καὶ πλεονεξίᾳ χαίρει, τὸν κωμῳδούμενον ὑπερβάλλει μαστροπείᾳ Πολίαγρον
20
13
οὐράνιον αἶγα πλουτοφόρον τρέφων
εἰ δὲ μᾶλλον οἰόμενος ὑποχειρίους ἕξειν διὰ τὴν ἐλπίδα θαρροῦντας
14
καὶ τὸ μέλλον οὐ προσδοκῶντας,
25
λόγον ἔχει τὸ ἡδόμενον αὐτῷ καὶ θαρροῦν. ὁμοίως ἐπὶ τῇ διαριθμήσει τῶν χρημάτων, ἃ συνεξέθηκαν οἱ Φαίακες αὐτῷ καὶ ἀπέπλευσαν, εἰ μὲν
ἀληθῶς ἐν ἐρημίᾳ τοσαύτῃ καὶ τῶν καθʼ αὑτὸν
27d
ἀσαφείᾳ καὶ ἀδηλότητι γεγονὼς περὶ τῶν χρημάτων φοβεῖται
μὴ τί οἱ οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες
15
16
,
5
οἰκτείρειν ἄξιον ἢ βδελύττεσθαι νὴ Δία τὴν φιλοπλουτίαν· εἰ δʼ, ὥσπερ ἔνιοι λέγουσι, περὶ τῆς Ἰθάκης ἀμφιδοξῶν οἴεται τὴν τῶν χρημάτων σωτηρίαν ἀπόδειξιν εἶναι τῆς τῶν Φαιάκων ὁσιότητος οὐ γὰρ ἂν ἀκερδῶς φέροντας αὐτὸν εἰς ἀλλοτρίαν ἐκβαλεῖν
10
χώραν καὶ καταλιπεῖν, ἀποσχομένους τῶν χρημάτων, οὔτε φαύλῳ τεκμηρίῳ χρῆται καὶ τὴν πρόνοιαν
27e
ἄξιον ἐπαινεῖν. ἔνιοι δὲ καὶ τὴν ἔκθεσιν αὐτὴν εἰ μὲν ἀληθῶς ἐγένετο καθεύδοντος ψέγουσι, καὶ Τυρρηνοὺς ἱστορίαν τινά φασι διαφυλάττειν ὡς
15
ὑπνώδους φύσει τοῦ Ὀδυσσέως γενομένου καὶ δυσεντεύκτου διὰ τοῦτο τοῖς πολλοῖς ὄντος. εἰ δʼ οὐκ ἦν ἀληθὴς ὁ ὕπνος, ἀλλʼ αἰδούμενος μὲν ἀποπέμψαι τοὺς Φαίακας ἄνευ ξενίων καὶ φιλοφροσύνης, μὴ δυνάμενος δὲ τοὺς ἐχθροὺς λαθεῖν ἐκείνων συμπαρόντων
20
ἐχρήσατο τῆς ἀπορίας παρακαλύμματι, κοιμωμένῳ ποιήσας ὅμοιον ἑαυτόν, ἀποδέχονται. καὶ ταῦτα δὴ τοῖς νέοις ὑποδεικνύοντες οὐκ ἐάσομεν φορὰν πρὸς τὰ φαῦλα γίγνεσθαι τῶν ἠθῶν ἀλλὰ τῶν βελτιόνων ζῆλον καὶ προαίρεσιν, εὐθὺς τοῖς μὲν
25
27f
τὸ ψέγειν τοῖς δὲ τὸ ἐπαινεῖν ἀποδιδόντες. μάλιστα δὲ τοῦτο δεῖ
17
ποιεῖν ἐν ταῖς τραγῳδίαις, ὅσαι λόγους ἔχουσι πιθανοὺς καὶ πανούργους ἐν πράξεσιν
ἀδόξοις καὶ πονηραῖς. οὐ πάνυ γὰρ ἀληθὲς τὸ τοῦ Σοφοκλέους λέγοντος
οὐκ ἔστʼ ἀπʼ ἔργων μὴ καλῶν ἔπη καλά
18
καὶ γὰρ οὗτος
19
εἴωθεν ἤθεσι φαύλοις καὶ ἀτόποις
5
πράγμασι λόγους ἐπιγελῶντας καὶ φιλανθρώπους αἰτίας πορίζειν. καὶ ὁ σύσκηνος αὐτοῦ πάλιν ὁρᾷς
28a
ὅτι τήν τε Φαίδραν καὶ προσεγκαλοῦσαν τῷ Θησεῖ πεποίηκεν ὡς διὰ τὰς ἐκείνου παρανομίας ἐρασθεῖσαν τοῦ Ἱππολύτου. τοιαύτην δὲ καὶ τῇ Ἑλένῃ παρρησίαν
10
κατὰ τῆς Ἑκάβης ἐν ταῖς Τρῳάσι
20
δίδωσιν, οἰομένῃ δεῖν ἐκείνην κολάζεσθαι μᾶλλον ὅτι μοιχὸν αὐτῆς ἔτεκε. μηδὲν οὖν τούτων κομψὸν ἡγεῖσθαι καὶ πανοῦργον ὁ νέος ἐθιζέσθω, μηδὲ προσμειδιάτω ταῖς τοιαύταις εὑρησιλογίαις ἀλλὰ βδελυττέσθω τοὺς
15
λόγους μᾶλλον ἢ τὰ ἔργα τῆς ἀκολασίας.