[6] ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας, περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον ἢ περὶ τὰς
25
λεγομένας γλώττας. ἐκεῖνο μὲν γὰρ φιλόλογον, καὶ οὐκ ἀηδὲς ὅτι
ῥιγεδανὸς κακοθάνατός ἐστιν εἰδέναι·
δάνον γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι,
καμμονίαν δὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς
22d
καὶ καρτερίας, Δρύοπες δὲ
πόπους τοὺς δαίμονας. τουτὶ δʼ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν
1
ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν
5
ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς ἢ τῶν πολλαχῶς λεγομένων ἐστὶ παρʼ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. καὶ γὰρ
οἶκον ποτὲ μὲν τὴν οἰκίαν
10
καλοῦσιν
22e
ποτὲ δὲ τὴν οὐσίαν
, καὶ
4
βίοτον
5
ποτὲ μὲν τὸ ζῆν
6
15
κυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας
ποτὲ δὲ τὰ χρήματα
βίοτον δέ μοι ἄλλοι ἔδουσι
7
, καὶ τῷ
ἀλύειν ποτὲ μὲν ἀντὶ τοῦ δάκνεσθαι καὶ
20
ἀπορεῖσθαι κέχρηται
ὣς ἔφαθʼ , ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς
8
ποτὲ δʼ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν
ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
9
25
καὶ τῷ
θοάζειν ἢ τὸ κινεῖσθαι σημαίνουσιν, ὡς Εὐριπίδης
κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός,
10
ἢ τὸ καθέζεσθαι καὶ θαάσσειν, ὡς Σοφοκλῆς
22f
τίνας πόθʼ ἕδρας τάσδε μοι θοάζετε
11
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
5
χάριεν δὲ καὶ τὸ τὴν χρείαν τῶν ὀνομάτων συνοικειοῦν τοῖς ὑποκειμένοις πράγμασιν, ὡς οἱ γραμματικοὶ διδάσκουσιν, ἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες,· οἷόν ἐστι
νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι
12
10
τῷ μὲν γὰρ
αἰνεῖν σημαίνεται τὸ ἐπαινεῖν, αὐτῷ δὲ τῷ ἐπαινεῖν ἀντὶ τοῦ παραιτεῖσθαι νῦν κέχρηται, καθάπερ ἐν τῇ συνηθείᾳ
καλῶς φαμὲν
ἔχειν καὶ
23a
χαίρειν κελεύομεν, ὅταν μὴ δεώμεθα μηδὲ λαμβάνωμεν. οὕτω δὲ καὶ τὴν
ἐπαινὴν Περσεφόνειαν
15
ἔνιοί φασιν ὡς παραιτητὴν εἰρῆσθαι. ταύτην δὴ τὴν διαίρεσιν καὶ διάκρισιν τῶν ὀνομάτων ἐν τοῖς μείζοσι καὶ σπουδαιοτέροις παραφυλάττοντες ἀπὸ τῶν θεῶν ἀρχώμεθα διδάσκειν τοὺς νέους ὅτι χρῶνται τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ ποτὲ μὲν αὐτῶν
20
ἐκείνων ἐφαπτόμενοι τῇ ἐννοίᾳ, ποτὲ δὲ δυνάμεις τινὰς ὧν οἱ θεοὶ δοτῆρές εἰσι καὶ καθηγεμόνες ὁμωνύμως προσαγορεύοντες οἷον εὐθὺς ὁ Ἀρχίλοχος , ὅταν μὲν εὐχόμενος λέγῃ
23b
κλῦθʼ ἄναξ Ἥφαιστε καί μοι σύμμαχος γουνουμένῳ
13
25
ἵλαος γενοῦ, χαρίζευ δʼ οἷάπερ χαρίζεαι
, αὐτὸν τὸν θεὸν ἐπικαλούμενος δῆλός ἐστιν· ὅταν
δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠφανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομίμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν
εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα
14
5
Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη
τὸ πῦρ οὕτως, οὐ τὸν θεὸν προσηγόρευσε. πάλιν δʼ ὁ μὲν Εὐριπίδης
15
εἰπὼν ἐν ὅρκῳ
μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον
αὐτοὺς τοὺς θεοὺς ὠνόμασε· τοῦ δὲ Σοφοκλέους
10
λέγοντος
23c
τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης
16
συὸς προσώπῳ πάντα τυρβάζει κακὰ
τὸν πόλεμον ἔστιν ὑπακοῦσαι, καθάπερ αὖ τὸν χαλκὸν Ὁμήρου
17
λέγοντος
15
τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρον
πολλῶν οὖν οὕτω λεγομένων εἰδέναι δεῖ καὶ μνημονεύειν ὅτι καὶ τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι
20
23d
ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι
καὶ
25
ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;
19
τὸν θεὸν αὐτὸν λέγουσιν· ὅταν δὲ ταῖς αἰτίαις
20
πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι
πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν -
21
,
5
τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ὁ ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν
23e
πραγμάτων ἀνάγκην ὀρθῶς ὑποδείκνυσιν, ὅτι καὶ πόλεσι καὶ στρατοπέδοις καὶ ἡγεμόσιν, ἂν μὲν σωφρονῶσιν , εὖ πράττειν πέπρωται καὶ κρατεῖν τῶν
10
πολεμίων, ἂν δʼ εἰς πάθη καὶ ἁμαρτίας ἐμπεσόντες ὥσπερ οὗτοι διαφέρωνται πρὸς ἀλλήλους καὶ στασιάζωσιν , ἀσχημονεῖν καὶ ταράττεσθαι καὶ κακῶς ἀπαλλάττειν.
εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων
22
15
κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.
καὶ μὴν ὁ Ἡσίοδος τὸν Προμηθέα ποιῶν τῷ Ἐπιμηθεῖ παρακελευόμενον
23
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν
20
23f
ἐπὶ τῇ τῆς τύχης δυνάμει τῷ τοῦ Διὸς ὀνόματι κέχρηται· τὰ γὰρ τυχηρὰ τῶν ἀγαθῶν Διὸς δῶρα κέκληκε, πλούτους καὶ γάμους καὶ ἀρχὰς καὶ πάνθʼ ὅλως τὰ ἐκτός, ὧν ἡ κτῆσις ἀνόνητός ἐστι τοῖς χρῆσθαι καλῶς μὴ δυναμένοις. διὸ καὶ τὸν Ἐπιμηθέα
25
ὄντα καὶ ἀνόητον οἴεται δεῖν φυλάττεσθαι καὶ δεδιέναι τὰς εὐτυχίας, ὡς βλαβησόμενον καὶ διαφθαρησόμενον ὑπʼ αὐτῶν. καὶ πάλιν ὅταν λέγῃ
μηδὲ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
24
τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων
, θεόσδοτον νῦν τὸ τυχηρὸν εἴρηκεν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν τοῖς διὰ τὴν τύχην πενομένοις, ἀλλὰ τὴν
5
24a
μετʼ ἀργίας καὶ μαλακίας καὶ πολυτελείας ἀπορίαν κακίζειν αἰσχρὰν καὶ ἐπονείδιστον οὖσαν. οὔπω γὰρ αὐτὸ τοὔνομα τῆς τύχης λέγοντες, εἰδότες δὲ τὴν τῆς ἀτάκτως καὶ ἀορίστως περιφερομένης αἰτίας δύναμιν ἰσχυρὰν καὶ ἀφύλακτον οὖσαν ἀνθρωπίνῳ
10
λογισμῷ τοῖς τῶν θεῶν ὀνόμασιν ἐξέφραζον, ὥσπερ ἡμεῖς καὶ πράγματα καὶ ἤθη καὶ νὴ Δία καὶ λόγους καὶ ἄνδρας εἰώθαμεν δαιμονίους καὶ θείους προσαγορεύειν. οὕτω δὴ τὰ πολλὰ τῶν ἀτόπως περὶ τοῦ Διὸς λέγεσθαι δοκούντων ἐπανορθωτέον, ὧν
15
ἐστι καὶ ταῦτα
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
25
24b
κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν
26
καί
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
27
20
ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισι
καί
τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
28
Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς
, ὡς περὶ τῆς τύχης ἢ τῆς εἱμαρμένης λεγομένων, ἐν
25
αἷς τὸ ἀσυλλόγιστον ἡμῖν τῆς αἰτίας σημαίνεται καὶ ὅλως
29
οὐ καθʼ ἡμᾶς. ὅπου δὲ τὸ προσῆκον καὶ κατὰ
λόγον καὶ εἰκός ἐστιν, ἐνταῦθα κυρίως ὀνομάζεσθαι τὸν θεὸν νομίζωμεν,
30
ὥσπερ ἐν τούτοις
24c
αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
31
Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο·
5
Ζεὺς γάρ οἱ νεμέσα ὅτʼ ἀμείνονι φωτὶ μάχοιτο
καί
32
Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν,
τὰ μικρὰ δʼ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ
Σφόδρα δὲ δεῖ καὶ τοῖς ἄλλοις ὀνόμασι προσέχειν,
10
κατὰ πολλὰ πράγματα
33
κινουμένοις καὶ μεθισταμένοις ὑπὸ τῶν ποιητῶν. οἷόν ἐστι καὶ τὸ τῆς ἀρετῆς. ἐπεὶ γὰρ οὐ μόνον ἔμφρονας παρέχεται καὶ
24d
δικαίους καὶ ἀγαθοὺς ἐν πράξεσι καὶ λόγοις, ἀλλὰ καὶ δόξας ἐπιεικῶς καὶ δυνάμεις περιποιεῖται, παρὰ
15
τοῦτο ποιοῦνται καὶ τὴν
34
εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν, ὀνομάζοντες ὥσπερ
ἐλαίαν τὸν ἀπὸ τῆς ἐλαίας, καὶ
φηγὸν τὸν ἀπὸ τῆς φηγοῦ καρπὸν ὁμωνύμως τοῖς φέρουσιν. οὐκοῦν ὁ νέος ἡμῖν, ὅταν μὲν λέγωσι
20
τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
35
καὶ
τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
36
καὶ
εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,
37
25
εἰς ἀρετὴν καταλυσαμένους βίον
,
24e
εὐθὺς οἰέσθω λέγεσθαι ταῦτα περὶ τῆς ἀρίστης καὶ
θειοτάτης ἕξεως ἐν ἡμῖν, ἣν ὀρθότητα λόγου καὶ ἀκρότητα λογικῆς φύσεως καὶ διάθεσιν ὁμολογουμένην ψυχῆς νοοῦμεν. ὅταν δʼ ἀναγιγνώσκῃ πάλιν τό τε
5
Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
38
καὶ τὸ
πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ
39
, μὴ
καθήσθω τοὺς πλουσίους ἐκπεπληγμένος καὶ
τεθηπὼς καθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν
10
ἔχοντας, μηδʼ ἐπὶ τῇ τύχῃ κεῖσθαι τὴν αὑτοῦ φρόνησιν αὔξειν ἢ κολούειν νομίζων, ἀλλʼ ἀντὶ δόξης ἢ δυνάμεως ἢ εὐτυχίας ἤ τινος ὁμοίου τῇ
24f
ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ
15
μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος
τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
40
, ποτὲ δʼ ἄλλην τινὰ κάκωσιν ἢ δυστυχίαν, ὡς Ὅμηρος
41
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν
ἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω
20
τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ
25a
τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλʼ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν ἢ μακάριον καὶ τὴν δύναμιν ἢ τὴν δόξαν
25
εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω
42
καὶ Μένανδρος
ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος
43
καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός
, Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν
5
ὅταν λέγῃ
25b
μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
44
καί
τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς
45
10
ἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.