[10] ἐπεὶ δʼ ὥσπερ ἐν ἀμπέλου φύλλοις καὶ κλήμασιν εὐθαλοῦσι πολλάκις ὁ καρπὸς ἀποκρύπτεται
καὶ λανθάνει κατασκιαζόμενος, ,οὕτως ἐν, ποιητικῇ λέξει καὶ μυθεύμασι περικεχυμένοις πολλὰ διαφεύγει τὸν νέον ὠφέλιμα καὶ χρήσιμα δεῖ δὲ τοῦτο μὴ πάσχειν ἀποπλανᾶσθαι τῶν πραγμάτων,
5
ἐμφύεσθαι μάλιστα τοῖς πρὸς ἀρετὴν φέρουσι καὶ δυναμένοις πλάττειν τὸ ἦθος, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν ἐν βραχέσιν, ἁψάμενον ὡς ἐν τύπῳ τῶν πραγμάτων, μήκη δὲ καὶ κατασκευὰς καὶ
28f
παραδειγμάτων ὄχλον ἐῶντα τοῖς ἐπιδεικτικώτερον
10
γράφουσι πρῶτον μὲν οὖν τὰ χρηστὰ καὶ τὰ φαῦλα γιγνώσκων ὁ νέος καὶ πρόσωπα τοῖς λεγομένοις προσεχέτω καὶ ταῖς πράξεσιν ἃς ὁ ποιητὴς ἑκατέροις προσηκόντως ἀποδίδωσιν οἷον ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀγαμέμνονα λέγει, καίπερ λέγων μετʼ
15
οὐ γὰρ σοί ποτε ἶσον ἔχω γέρας, ὁππότʼ Ἀχαιοὶ
1
Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον
ὁ δὲ Θερσίτης τῷ αὐτῷ λοιδορούμενος λέγει
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
2
εἰσὶν ἐνὶ κλισίῃς
3
ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
20
29a
πρωτίστῳ δίδομεν, εὖτʼ ἂν πτολίεθρον ἕλωμεν
, καὶ πάλιν ὁ Ἀχιλλεὺς
4
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι
ὁ δὲ Θερσίτης
25
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν
5
πάλιν τοῦ Ἀγαμέμνονος ἐν τῇ ἐπιπωλήσει τὸν Διομήδην λοιδορήσαντος ὁ μὲν οὐδὲν ἀντεῖπεν
αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο
6
, ὁ δὲ Σθένελος, οὗ μηδεὶς λόγος,
Ἀτρείδη, φησί, μὴ ψεύδεʼ ἐπιστάμενος σάφα
7
εἰπεῖν.
5
29b
ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι
ἡ γὰρ τοιαύτη διαφορὰ μὴ παρορωμένη διδάξει τὸν νέον ἀστεῖον ἡγεῖσθαι τὴν ἀτυφίαν καὶ μετριότητα, τὴν δὲ μεγαλαυχίαν καὶ περιαυτολογίαν ὡς φαῦλον
10
εὐλαβεῖσθαι. χρήσιμον δὲ καὶ τὸ τοῦ Ἀγαμέμνονος κατανοεῖν ἐνταῦθα· τὸν μὲν γὰρ Σθένελον ἀπροσαύδητον παρῆλθε, τοῦ δʼ Ὀδυσσέως οὐκ ἠμέλησεν ἀλλʼ ἠμείψατο καὶ προσηγόρευσεν,
ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον
8
15
τὸ μὲν γὰρ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ
29c
ἀξιωματικόν τὸ δὲ πάντων καταφρονεῖν ὑπερήφανον καὶ ἀνόητον. ἄριστα δʼ ὁ Διομήδης ἐν μὲν τῇ μάχῃ σιωπᾷ κακῶς ἀκούων ὑπὸ τοῦ βασιλέως, μετὰ δὲ τὴν μάχην παρρησίᾳ χρῆται πρὸς αὐτὸν
20
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν
9
εὖ δʼ ἔχει καὶ φρονίμου διαφορὰν ἀνδρὸς καὶ μάντεως πανηγυρικοῦ μὴ παραλιπεῖν. ὁ μὲν γὰρ Κάλχας οὐ συνεῖδε τὸν καιρόν, ἀλλʼ ἐν πλήθει παρʼ οὐδὲν ἐποιήσατο κατηγορῆσαι τοῦ βασιλέως ὡς τὸν
25
λοιμὸν αὐτοῖς ἐπαγαγόντος·
10
ὁ δὲ Νέστωρ βουλόμενος ἐμβάλλειν λόγον ὑπὲρ τῶν πρὸς τὸν Ἀχιλλέα
29d
διαλλαγῶν, ἵνα μὴ διαβάλλειν δοκῇ τὸν Ἀγαμέμνονα πρὸς τὸ πλῆθος ὡς ἁμαρτόντα καὶ χρησάμενον ὀργῇ,
δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικὲς
11
πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
5
καὶ μετὰ τὸ δεῖπνον ἐξαποστέλλει τοὺς πρέσβεις· τοῦτο γὰρ ἦν ἐπανόρθωσις ἁμαρτίας, ἐκεῖνο δὲ κατηγορία καὶ προπηλακισμός Ἔτι δὲ καὶ τὰς ἐν τοῖς γένεσι διαφορὰς σκεπτέον,
10
ὧν τοιοῦτός ἐστιν ὁ τρόπος. οἱ μὲν Τρῶες ἐπίασι μετὰ κραυγῆς καὶ θράσους, οἱ δʼ Ἀχαιοὶ
σιγῇ δειδιότες σημάντορας
12
29e
τὸ γὰρ ἐν χερσὶ τῶν πολεμίων ὄντων φοβεῖσθαι τοὺς ἄρχοντας ἀνδρείας ἅμα καὶ πειθαρχίας σημεῖον.
15
ὅθεν ὁ μὲν Πλάτων ἐθίζει τοὺς ψόγους φοβεῖσθαι καὶ τὰ αἰσχρὰ μᾶλλον τοὺς πόνους καὶ τοὺς κινδύνους, ὁ δὲ Κάτων ἔλεγε φιλεῖν τοὺς ἐρυθριῶντας μᾶλλον ἢ τοὺς ὠχριῶντας. ἔστι δὲ καὶ τῶν
20
ἐπαγγελιῶν ἴδιος χαρακτήρ. ὁ μὲν γὰρ Δόλων ἐπαγγέλλεται
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρʼ ἂν ἵκωμαι
13
ὁ δὲ Διομήδης ἐπαγγέλλεται μὲν οὐδέν, ἧττον δʼ ἄν
25
29f
φησι φοβηθῆναι μεθʼ ἑτέρου πεμπόμενος. Ἑλληνικὸν οὖν καὶ ἀστεῖον ἡ πρόνοια, βαρβαρικὸν δὲ καὶ φαῦλον ἡ θρασύτης· καὶ δεῖ τὸ μὲν ζηλοῦν τὸ δὲ δυσχεραίνειν. ἔχεται δέ τινος οὐκ ἀχρήστου
θεωρίας καὶ τὸ περὶ τοὺς Τρῶας καὶ τὸν Ἕκτορα πάθος, τοῦ Αἴαντος αὐτῷ μονομαχεῖν μέλλοντος. ὁ μὲν γὰρ Αἰσχύλος Ἰσθμοῖ πύκτου πληγέντος εἰς τὸ πρόσωπον καὶ κραυγῆς γενομένης,
οἷον εἶπεν
ἡ
5
ἄσκησίς ἐστιν. οἱ θεώμενοι βοῶσιν, ὁ δὲ πληγεὶς σιωπᾷ τοῦ δὲ ποιητοῦ λέγοντος ὅτι τὸν Αἴαντα τῶν ὅπλων ποιούντων λαμπρὸν οἱ μὲν Ἕλληνες ἔχαιρον ὁρῶντες,
30a
Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον,
14
10
Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε
, τίς οὐκ ἂν ἀγάσαιτο τὴν διαφοράν; τοῦ μὲν κινδυνεύοντος ἡ καρδία πηδᾷ μόνον, ὥσπερ παλαίειν νὴ Δίʼ ἢ σταδιοδρομεῖν μέλλοντος, τῶν δὲ θεωμένων τρέμει καὶ πάλλεται τὸ σῶμα διʼ εὔνοιαν καὶ φόβον
15
ὑπὲρ τοῦ βασιλέως. ἐνταῦθα δὲ καὶ τὴν τοῦ κρατίστου πρὸς τὸν κάκιστον διαφορὰν ἀποθεωρητέον. ὁ μὲν γὰρ Θερσίτης
ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι
15
,
30b
ὁ δʼ Αἴας ἀεί τε τῷ Ἀχιλλεῖ προσφιλὴς καὶ πρὸς
20
τὸν Ἕκτορα λέγει περὶ αὐτοῦ
νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
16
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα
καὶ τοῦτο μὲν Ἀχιλλέως τὸ ἐγκώμιόν ἐστι, τὰ δʼ
25
ἑξῆς ὑπὲρ ἁπάντων εἴρηται χρησίμως
ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
17
,
οὔτε μόνον οὔτε ἄριστον ἀποφαίνων ἑαυτὸν ἀλλὰ
30c
μετὰ πολλῶν ὁμοίως δυνάμενον
18
ἀμύνασθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ διαφορᾶς, ἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν, ὅτι τῶν Τρώων ἑαλώκασι καὶ
5
πολλοὶ
19
ζῶντες, οὐδεὶς δὲ τῶν Ἀχαιῶν, καὶ τῶν μὲν ὑποπεπτώκασιν ἔνιοι τοῖς πολεμίοις, ὥσπερ ὁ Ἄδραστος, οἱ Ἀντιμάχου παῖδες, ὁ Λυκάων, αὐτὸς ὁ Ἕκτωρ δεόμενος περὶ ταφῆς τοῦ Ἀχιλλέως, ἐκείνων δʼ οὐδείς, ὡς βαρβαρικοῦ τοῦ ἱκετεύειν καὶ ὑποπίπτειν
10
ἐν τοῖς ἀγῶσιν ὄντος, Ἑλληνικοῦ δὲ τοῦ νικᾶν μαχόμενον ἢ ἀποθνῄσκειν.