αἰσθόμενος δʼ αὐτὸν οὕτως ἔχοντα Τηρίβαζος ἔτι μᾶλλον ἐξετράχυνεν, ἐν τοῖς ἐκείνου συνιδὼν τὰ καθʼ αὑτόν, ἦν δὲ τοιαῦτα, πλειόνων οὐσῶν βασιλεῖ θυγατέρων ὡμολόγησε Φαρναβάζῳ μὲν Ἀπάμαν δώσειν γυναῖκα, Ῥοδογούνην δὲ Ὀρόντῃ, Τηριβάζῳ δὲ Ἄμηστριν. καὶ τοῖς μὲν ἄλλοις ἔδωκε, Τηρίβαζον δὲ ἐψεύσατο γήμας αὐτὸς τὴν Ἄμηστριν, ἀντʼ ἐκείνης δὲ τῷ Τηριβάζῳ τὴν νεωτάτην Ἄτοσσαν ἐνεγύησεν.
Artaxerxes. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.