ἄχρι μὲν οὖν ἐπρώτευεν ἡ Σπάρτη, ξένον ἐποιεῖτο καὶ φίλον ὠνόμαζεν ἑαυτοῦ τὸν Ἀνταλκίδαν ἐπεὶ δὲ ἡττήθησαν ἐν Λεύκτροις, ταπεινὰ πράττοντες ἐδέοντο μὲν χρημάτων καὶ τὸν Ἀγησίλαον εἰς Αἴγυπτον ἐξέπεμψαν, ὁ δὲ Ἀνταλκίδας ἀνέβη πρὸς τὸν Ἀρτοξέρξην παρακαλῶν ἐπαρκέσαι τοῖς Λακεδαιμονίοις.
ἀνέβη δὲ πρὸς τὸν βασιλέα καὶ Ἰσμηνίας ὁ Θηβαῖος καὶ Πελοπίδας ἤδη τὴν ἐν Λεύκτροις μάχην νενικηκώς. ἀλλʼ οὗτος μὲν οὐδὲν αἰσχρὸν ἐποίησεν· Ἰσμηνίας δὲ προσκυνῆσαι κελευόμενος ἐξέβαλε πρὸ αὑτοῦ χαμᾶζε τὸν δακτύλιον, εἶτα κύψας ἀνείλετο καὶ παρέσχε δόξαν προσκυνοῦντος.
Artaxerxes. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.