ἐν τούτῳ δὲ κατασκόπων τινῶν ἐν Ἄργει τοῦ Νικοκλέους φανέντων καὶ περιιέναι λεγομένων ἀδήλως καὶ παραφυλάττειν τὸν Ἄρατον, ἅμʼ ἡμέρᾳ προελθὼν καὶ φανερὸς ὢν ἐν ἀγορᾷ διέτριβε μετὰ τῶν φίλων εἶτʼ ἀλειψάμενος ἐν τῷ γυμνασίῳ καὶ παραλαβών τινας ἐκ τῆς παλαίστρας τῶν εἰωθότων πίνειν καὶ ῥᾳθυμεῖν μετʼ αὐτοῦ νεανίσκων ἀπῆγεν οἴκαδε· καὶ μετὰ μικρὸν ἑωρᾶτο τῶν οἰκετῶν αὐτοῦ διʼ ἀγορᾶς ὁ μὲν στεφάνους φέρων, ὁ δὲ λαμπάδας ὠνούμενος, ὁ δὲ τοῖς εἰθισμένοις παρὰ πότον ψάλλειν καὶ αὐλεῖν γυναίοις διαλεγόμενος.
Aratus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.