ἐκ τούτου κήρυκα πέμψας ὁ Κλεομένης πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς, μικροῦ μὲν ἔλαθε τὴν Σικυωνίων πόλιν ἁρπάσας διὰ προδοσίας, ἐγγύθεν 1 δὲ ἀποτραπεὶς Πελλήνῃ προσέβαλε καὶ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκπεσόντος ἔσχε τὴν πόλιν. ὀλίγῳ δὲ ὕστερον καὶ Φενεὸν ἔλαβε καὶ Πεντέλειον.
Aratus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.