τοὺς δὲ Ἀθηναίους σπουδάζων ἐλευθερῶσαι διεβλήθη καὶ κακῶς ἤκουσεν ὑπὸ τῶν Ἀχαιῶν, ὅτι σπονδὰς πεποιημένων αὐτῶν πρὸς τοὺς Μακεδόνας καὶ ἀνοχὰς ἀγόντων ἐπεχείρησε τὸν Πειραιᾶ καταλαβεῖν. αὐτὸς δὲ ἀρνούμενος ἐν τοῖς ὑπομνήμασιν οἷς ἀπολέλοιπεν Ἐργῖνον αἰτιᾶται, μεθʼ οὗ τὰ περὶ τὸν Ἀκροκόρινθον ἔπραξεν.
Aratus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.