φιλοτιμούμενος δὲ εὐθὺς ὑπερβαλεῖν δόξῃ τὸν Ἄρατον ἄλλας τε πολλὰς πράξεις οὐκ ἀναγκαίας εἶναι δοκούσας καὶ στρατείαν ἐπὶ Λακεδαιμονίους παρήγγελλεν. ἐνιστάμενος δὲ ὁ Ἄρατος αὐτῷ φθονεῖν ἐδόκει· καὶ τό γε δεύτερον ὁ Λυδιάδης στρατηγὸς ᾑρέθη, ἀντιπράττοντος ἄντικρυς Ἀράτου καὶ σπουδάζοντος ἑτέρῳ παραδοθῆναι τὴν ἀρχήν, αὐτὸς μὲν γὰρ, ὡς εἴρηται, παρʼ ἐνιαυτὸν ἦρχε.
Aratus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.