ἦσαν ἐν Κορίνθῳ τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ὄνομα Διοκλῆς ἐν τῷ φρουρίῳ μισθοφορῶν διέτριβεν. οἱ δὲ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον ἦλθον εἷς Σικυῶνα πρὸς Αἰγίαν τινὰ τραπεζίτην, ᾧ διὰ τὴν ἐργασίαν ὁ Ἄρατος ἐχρῆτο. καὶ μέρος μὲν εὐθὺς διέθεντο τοῦ χρυσίου, τὸ δὲ λοιπὸν εἷς αὐτῶν Ἐργῖνος ἐπιφοιτῶν ἡσυχῇ κατήλλαττεν.
Aratus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.