ὃ δὲ μέγιστόν ἐστιν ὧν ἐγκαλοῦσι Βρούτῳ, τὸ σωθέντα τῇ Καίσαρος χάριτι καὶ σώσαντα τῶν συνεαλωκότων ὅσους ἐβούλετο καὶ φίλον νομιζόμενον καὶ προτιμηθέντα πολλῶν αὐτόχειρα τοῦ σώσαντος γενέσθαι, τοῦτʼ οὐκ ἄν τις εἴποι κατὰ Δίωνος.
Comparison of Dion and Brutus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1918.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.