ἃ τοίνυν ἐπιώρκησαν ἀμφότεροι καὶ παρεσπόνδησαν, ὁ μὲν Ἀρτάβαζον συλλαβών, ὁ δὲ Ἀλέξανδρον ἀποκτείνας, Ἀντωνίῳ μὲν ἔχει τὴν πρόφασιν ὁμολογουμένην· ἀπελείφθη γὰρ ἐν Μήδοις ὑπὸ Ἀρταβάζου καὶ προεδόθη· Δημήτριον δὲ πολλοὶ λέγουσι ψευδεῖς αἰτίας, ἐφʼ οἷς ἔδρασε, πλασάμενον κατηγορεῖν ἀδικηθέντα, οὐκ ἀδικήσαντα ἀμύνασθαι.
πάλιν δὲ τῶν μὲν κατορθωμάτων αὐτουργὸς ὁ Δημήτριος γέγονε· καὶ τοὐναντίον ὁ Ἀντώνιος, ἐν οἷς οὐ παρῆν, καλλίστας καὶ μεγίστας διὰ τῶν στρατηγῶν ἀνῃρεῖτο νίκας.
Comparison of Demetrius and Antony. Plutarch. ed. Bernadotte Perrin. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.