ἐγένοντο δὲ καὶ βασιλέων ἀποστασεις, Ἀμύντου καὶ Δηϊοτάρου, πρὸς Καίσαρα. τὸ δὲ ναυτικὸν ἐν παντὶ δυσπραγοῦν καὶ πρὸς ἅπασαν ὑστερίζον βοήθειαν αὖθις ἠνάγκαζε τῷ πεζῷ προσέχειν τὸν Ἀντώνιον. ἔσχε δὲ καὶ Κανίδιον τὸν ἄρχοντα τοῦ πεζοῦ μεταβολὴ γνώμης παρὰ τὰ δεινά· καὶ συνεβούλευε Κλεοπάτραν μὲν ἀποπέμπειν, ἀναχωρήσαντα δὲ εἰς Θρᾴκην ἢ Μακεδονίαν πεζομαχίᾳ κρῖναι.
οὐ μὴν ἀλλὰ ἐξενίκησε Κλεοπάτρα διὰ τῶν νεῶν κριθῆναι τὸν πόλεμον, ἤδη πρὸς φυγὴν ὁρῶσα, καὶ τιθεμένη τὰ καθʼ ἑαυτήν, οὐχ ὅπου πρὸς τὸ νικᾶν ἔσται χρήσιμος, ἀλλʼ ὅθεν ἄπεισι ῥᾷστα τῶν πραγμάτων ἀπολλυμένων. ἦν δὲ μακρὰ σκέλη κατατείνοντα πρὸς τὸν ναύσταθμον τῆς στρατοπεδείας, δι’ ὧν ὁ Ἀντώνιος εἰώθει παριέναι μηδὲν ὑφορώμενος.
Antony. Plutarch. ed. Bernadotte Perrin. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.