ἤδη δὲ προχωρῶν ἀγγέλλεται τοῖς Πάρθοις καὶ παρὰ τὸ εἰωθὸς ἔτι νυκτὸς ἐδίωκον. ἡλίου δὲ ἀνίσχοντος ἥπτοντο τῶν ἐσχάτων ἀγρυπνίᾳ καὶ πόνῳ κακῶς διακειμένων· τεσσαράκοντα γὰρ καὶ διακοσίους ἐν τῇ νυκτὶ σταδίους κατηνύκεισαν· καὶ τὸ μὴ προσδοκῶσιν οὕτω ταχέως ἐπελθεῖν τοὺς πολεμίους ἀθυμίαν παρεῖχε.
Antony. Plutarch. ed. Bernadotte Perrin. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.