καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ σῖτόν τε βραχὺν καὶ διὰ μάχης ποριζομένου καὶ τῶν πρὸς ἄλετον σκευῶν οὐκ εὐποροῦντος. τὰ γὰρ πολλὰ κατελείπετο, τῶν μὲν ἀποθνησκόντων ὑποζυγίων, τῶν δὲ τοὺς νοσοῦντας καὶ τραυματίας φερόντων. λέγεται δὲ χοῖνιξ Ἀττικὴ πυρῶν πεντήκοντα δραχμῶν ὤνιος γενέσθαι· τοὺς δὲ κριθίνους ἄρτους πρὸς ἀργύριον ἱστάντες ἀπεδίδοντο.
Antony. Plutarch. ed. Bernadotte Perrin. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.