Δημήτριος δὲ πολλῶν μεταβολῶν αἰσθόμενος ἐσχάτην ἐκείνην ἥκουσαν ἐπʼ αὐτόν, ἐκκλίνας ἐπὶ τὰς Ἀμανίδας ἔφυγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ συνηρεφῆ μετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων παντάπασιν ὄντων προσέμενε τὴν νύκτα, βουλόμενος, εἰ δύναιτο, τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι καὶ διεκπεσεῖν ἐπὶ τὴν θάλασσαν, οὗ τὸν ναύσταθμον εὑρήσειν ἤλπιζεν.
Demetrius. Plutarch. ed. Bernadotte Perrin. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.