τὸ μὲν οὖν πλεῖστον τοῦ χρόνου τούτου περὶ Τοῦσκλον ἐν χωρίοις αὑτοῦ διάγων ἔγραφε πρὸς τοὺς φίλους Λαέρτου βίον ζῆν, εἴτε παίζων, ὡς ἔθος εἶχεν, εἴθʼ ὑπὸ φιλοτιμίας σπαργῶν πρὸς τὴν πολιτείαν καὶ ἀδημονῶν τοῖς καθεστῶσι.
Cicero. Plutarch. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.