τῶν δὲ κατʼ αὑτὸν ἐνδόξων ἀπὸ λόγου καὶ σοφίας οὐκ ἔστιν οὐδεὶς ὃν οὐκ ἐποίησεν ἐνδοξότερον ἢ λέγων ἢ γράφων εὐμενῶς περὶ ἑκάστου. Κρατίππῳ δὲ τῷ Περιπατητικῷ διεπράξατο μὲν Ῥωμαίῳ γενέσθαι παρὰ Καίσαρος ἄρχοντος ἤδη, διεπράξατο δὲ καὶ 1 τὴν ἐξ Ἀρείου πάγου βουλὴν ψηφίσασθαι δεηθῆναι μένειν αὑτὸν ἐν Ἀθήναις καὶ διαλέγεσθαι τοῖς νέοις ὡς κοσμοῦντα τὴν πόλιν.
Cicero. Plutarch. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.