τὸν μὲν οὖν τοῦ Χρυσέρμου Πτολεμαῖον ἐκ τῆς αὐλῆς ἐξιόντα τρεῖς εὐθὺς προσπεσόντες ἀπέκτειναν ἑτέρου δὲ Πτολεμαίου τοῦ φυλάσσοντος τὴν πόλιν ἐλαύνοντος ἅρματι πρὸς αὐτούς, ὁρμήσαντες ἐναντίοι τοὺς μὲν ὑπηρέτας καὶ δορυφόρους διεσκέδασαν, αὐτόν δὲ κατασπάσαντες ἀπὸ τοῦ ἅρματος ἀπέκτειναν.
Agis and Cleomenes. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1921.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.