οὕτω δὲ τοῦ Κλεομένους εὐγνώμονα καὶ φιλάνθρωπα προτείναντος οὐκ εἴασε τοὺς Μεγαλοπολίτας Φιλοποίμην ἐγκαταλιπεῖν τὴν πρὸς τοὺς Ἀχαιοὺς πίστιν, ἀλλὰ κατηγορῶν τοῦ Κλεομένους ὡς οὐ ζητοῦντος ἀποδοῦναι τὴν πόλιν, ἀλλὰ προσλαβεῖν τοὺς πολίτας, ἐξέβαλε τὸν Θεαρίδαν καὶ τὸν Λυσανδρίδαν ἐκ τῆς Μεσσήνης. οὗτος ἦν Φιλοποίμην ὁ πρωτεύσας ὕστερον Ἀχαιῶν καὶ μεγίστην κτησάμενος ἐν τοῖς Ἕλλησι δόξαν, ὡς ἰδίᾳ περὶ αὐτοῦ γέγραπται.
Agis and Cleomenes. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1921.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.