εἵποντο δὲ αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δ ὲ ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων ἵπποις αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν ἐν μέρει προσδιαλεγόμενος. ἐπεὶ δὲ ἧκεν εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων, ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς μὲν ἰδίας ἀρετῆς, μιᾶς οὔσης, μικρὸν ἔργον ἡγεῖτο καὶ οὐκ ἀνύσιμον 2 τὴν ἐπίδειξιν,
Cato the Younger. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.