πάλαι δὲ ἅνθρωπος ἑαυτὸν ἐγνωκὼς ἀνελεῖν δεινοὺς πόνους ἐπόνει καὶ φροντίδας καὶ ὠδῖνας εἶχεν ὑπὲρ ἄλλων, ὅπως εἰς ἀσφαλὲς καταστήσας ἅπαντας ἀπαλλάξαιτο τοῦ ζῆν.
πρὸς ταῦτα ὁ Κάτων ἐπαινέσας τὴν εὔνοιαν ἔφη χρῆναι τῆς αὐτῶν σωτηρίας ἕνεκα πέμπειν κατὰ τάχος, ὑπὲρ αὐτοῦ δὲ μὴ δεῖσθαι·
Cato the Younger. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.