γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης οὕτως ἔστη τοῖς λογισμοῖς ὁ Κάτων ὡς, εἰ μὲν τεθνήκοι Πομπήϊος, εἰς Ἰταλίαν τοὺς σὺν αὐτῷ περαιώσων, αὐτὸς δὲ πορρωτάτω τῆς τυραννίδος ἐπὶ φυγῇ βιωσόμενος. εἰ δὲ σῴζοιτο, πάντως ἐκείνῳ διαφυλάξων τὴν δύναμιν.
Cato the Younger. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.