ἐπεὶ δὲ κατεῖδεν ὁ Μέτελλος ἐρημίαν περὶ τὸ βῆμα καὶ φυγὴν ἀγορᾶς τῶν ἐναντιουμένων, παντάπασι πεισθεὶς κρατεῖν ἐκέλευσεν ἀπιέναι πάλιν τοὺς ὁπλοφόρους, καὶ προσελθὼν κοσμίως αὐτὸς ἐπεχείρει πράττειν τὰ περὶ τὸν νόμον.
Cato the Younger. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.