σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα καὶ δόξης μεγάλης ὀρεγόμενον; ἢ βούλει πυρκαϊᾶς τηλικαύτης οὔσης ἐγγὺς ῥιπίσαι 1 τὴν πόλιν; ἀλλʼ ἡμεῖς οὐδὲ βουλομένοις ἀπολέσθαι τούτοις ἐπιτρέψομεν, οἱ διὰ τοῦτο στρατηγεῖν ὑπομένοντες.
τὸ μὲν οὖν πρῶτον ψήφισμα λέγεται τὸν Ἀλέξανδρον, ὡς ἔλαβε, ῥῖψαι καὶ φυγεῖν ἀποστραφέντα τοὺς πρέσβεις· τὸ δὲ δεύτερον ἐδέξατο, κομισθὲν ὑπὸ Φωκίωνος, τῶν πρεσβυτέρων ἀκούων ὅτι καὶ Φίλιππος ἐθαύμαζε τὸν ἄνδρα τοῦτον καὶ οὐ μόνον τὴν ἔντευξιν ὑπέμεινεν αὑτοῦ καὶ τὴν δέησιν, ἀλλὰ καὶ συμβουλεύοντος ἤκουσε. συνεβούλευε δʼ ὁ Φωκίων, εἰ μὲν ἡσυχίας ὀρέγεται, θέσθαι τὸν πόλεμον· εἰ δὲ δόξης, μεταθέσθαι, πρὸς τοὺς βαρβάρους ἀπὸ τῶν Ἑλλήνων τραπόμενον.
Phocion. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.