Πομπήϊος δὲ ὡς κατεῖδεν ἀπὸ θατέρου τοὺς ἱππεῖς φυγῇ σκεδασθέντας, οὐκέτι ἦν ὁ αὐτὸς οὐδʼ ἐμέμνητο Πομπήϊος ὢν Μᾶγνος, ἀλλʼ ὑπὸ θεοῦ μάλιστα βλαπτομένῳ τὴν γνώμην ἐοικώς ἄφθογγος ᾤχετο ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθεζόμενος ἐκαραδόκει τὸ μέλλον, ἄχρι οὗ τροπῆς ἁπάντων γενομένης ἐπέβαινον οἱ πολέμιοι τοῦ χάρακος καὶ διεμάχοντο πρὸς τοὺς φυλάττοντας.
Caesar. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.