ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι τοῖς Πομπηΐου μάχαι σποράδες ἐγίγνοντο καί περιῆν πάσαις ὁ Καῖσαρ πλὴν μιᾶς, ἐν ᾗ τροπῆς μεγάλης γενομένης ἐκινδύνευσεν ἀπολέσαι τὸ στρατόπεδον. Πομπηΐου γὰρ προσβάλλοντος οὐδεὶς ἔμεινεν, ἀλλὰ καί τάφροι κατεπίμπλαντο κτεινομένων, καί περὶ τοῖς αὑτῶν χαρακώμασι καὶ περιτειχίσμασιν ἔπιπτον ἐλαυνόμενοι προτροπάδην.
Caesar. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.