ἐπεὶ δὲ καί τήν πόλιν εὗρε μᾶλλον ἢ προσεδόκα καθεστῶσαν καί τῶν ἀπὸ βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιεικῆ καί δημοτικὰ διελέχθη, παρακαλῶν αὐτοὺς καί πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσι πρεπούσαις· ὑπήκουσε δʼ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον ἐγκαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν, ἀλλʼ εὐπρεπείᾳ λόγων χρῆσθαι.
Caesar. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.