ὡς δὲ ἠγγέλθη ταῦτα τῷ Καίσαρι μακρὰν ὄντι, ταχέως ἐπιστρέψας καὶ συναγαγὼν ἑπτακισχιλίους τοὺς σύμπαντας ἠπείγετο τὸν Κικέρωνα τῆς πολιορκίας ἐξαιρησόμενος. τοὺς δὲ πολιορκοῦντας οὐκ ἔλαθεν, ἀλλʼ ἀπήντων ὡς ἀναρπασόμενοι, τῆς ὀλιγότητος καταφρονήσαντες.
Caesar. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.