τὸ μὲν οὖν πρῶτον ὑπὸ δυσθυμίας καὶ ὀργῆς αὐτόν εἰς τὴν σκηνὴν καθείρξας ἔκειτο, χάριν οὐδεμίαν εἰδὼς τοῖς διαπεπραγμένοις εἰ μὴ περάσειε τὸν Γάγγην, ἀλλʼ ἐξομολόγησιν ἥττης τιθέμενος τὴν ἀναχώρησιν. ὡς δὲ οἵ τε φίλοι τὰ εἰκότα παρηγοροῦντες αὐτόν οἵ τε στρατιῶται κλαυθμῷ καὶ βοῇ προσιστάμενοι ταῖς θύραις ἱκέτευον, ἐπικλασθεὶς ἀνεζεύγνυε, πολλὰ πρὸς δόξαν ἀπατηλὰ καὶ σοφιστικὰ μηχανώμενος.
Alexander. Plutarch. Bernadotte Perrin (Translator). Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.