διὰ μέσου δὲ τῆς πολιορκίας ἐπὶ τοὺς Ἄραβας τοὺς προσοικοῦντας τῷ Ἀντιλιβάνῳ στρατεύσας ἐκινδύνευσε διὰ τὸν παιδαγωγὸν Λυσίμαχον· ἐξηκολούθησε γὰρ αὐτῷ λέγων τοῦ Φοίνικος οὐκ εἶναι χείρων οὐδὲ πρεσβύτερος, ἐπεὶ δὲ πλησιάσας τοῖς ὀρεινοῖς καὶ τοὺς ἵππους ἀπολιπὼν πεζὸς ἐβάδιζεν, οἱ μὲν ἄλλοι πολὺ προῆλθον,
Alexander. Plutarch. Bernadotte Perrin (Translator). Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.