ἔπειτα Νέαρχον ἐκπέμπων με?τὰ νεῶν ἐπὶ τὴν ἔξω θάλασσαν ᾔτει χρήματα τοὺς φίλους· οὐ γὰρ ἦν ἐν τῷ βασιλείῳ. τοῦ δʼ Εὐμενοῦς αἰτηθέντος μὲν τριακόσια τάλαντα, δόντος δὲ ἑκατὸν μόνα, καὶ ταῦτα γχίσχρως καὶ μόλις αὐτῷ συνειλέχθαι διὰ τῶν ἐπιτρόπων φάσκοντος, οὐδὲν ἐγκαλέσας οὐδὲ δεξάμενος ἐκέλευσε τοὺς παῖδας κρύφα τῇ σκηνῇ τοῦ Εὐμενοῦς πῦρ ἐνεῖναι, βουλόμενος ἐκκομιζομένων τῶν χρημάτων λαβεῖν ἐπʼ αὐτοφώρῳ ψευδόμενον.
πάλιν δὲ περὶ δωρεᾶς τινος εἰς διαφορὰν καταστὰς πρὸς τὸν Ἡφαιστίωνα, καὶ πολλὰ μὲν ἀκούσας κακῶς, πολλὰ δὲ εἰπών, τότε μὲν οὐκ ἔλαττον ἔσχε· μετʼ ὀλίγον δὲ τελευτήσαντος Ἡφαιστίωνος περιπαθῶν ὁ βασιλεύς καὶ πᾶσιν οὓς ἐδόκει ζῶντι μὲν ἐκείνῳ φθονεῖν ἐπιχαίρειν δὲ τεθνηκότι τραχέως ὁμιλῶν καὶ χαλεπὸς ὢν, μάλιστα τὸν Εὐμενῆ διʼ ὑποψίας εἶχε, καὶ προὔφερε πολλάκις τὰς διαφορὰς καὶ λοιδορίας ἐκείνας.
Eumenes. Plutarch. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.