ἔφη γὰρ Ἀλέξανδρον αὐτῷ κατὰ τοὺς ὕπνους φανῆναι, καὶ δεῖξαί τινα σκηνὴν κατεσκευασμένην βασιλικῶς καὶ θρόνον ἐν αὐτῇ κείμενον· εἶτα εἰπεῖν ὡς ἐνταῦθα συνεδρεύουσιν αὐτοῖς καὶ χρηματίζουσιν αὐτὸς παρέσται καὶ συνεφάψεται βουλῆς τε πάσης καὶ πράξεως ἀρχομένοις ἀπʼ αὐτοῦ, ταῦτα ῥᾳδίως ἔπεισε τὸν Ἀντιγένη καὶ τὸν Τεύταμον, οὔτε ἐκείνων βαδίζειν βουλομένων πρὸς αὐτόν, οὔτε αὐτὸς ἀξιῶν ἐπὶ θύραις ἑτέρων ὁρᾶσθαι.
ἐπεὶ δὲ προϊοῦσιν αὐτοῖς εἰς τὴν ἄνω χώραν ὁ Πευκέστας μετὰ τῶν ἄλλων σατραπῶν ἀπήντησε φίλος ὢν καὶ συνεμίξαντο τὰς δυνάμεις, πλήθει μὲν ὅπλων καὶ λαμπρότητι παρασκευῆς ἐπέρρωσαν τοὺς Μακεδόνας, αὐτοὶ δὲ ἀνάγωγοι ταῖς ἐξουσίαις καὶ μαλακοὶ ταῖς διαίταις γεγονότες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν,
Eumenes. Plutarch. Cambridge, MA. 1919.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.