περὶ μέντοι τὴν τελευτὴν ἀμεμπτότερος ὁ Κράσσος οὐ παραδοὺς ἑαυτὸν οὐδὲ δεθεὶς οὐδὲ φενακισθείς, ἀλλʼ εἴξας τοῖς φίλοις δεομένοις καὶ παρασπονδηθεὶς ὑπὸ τῶν πολεμίων ὁ δὲ Νικίας αἰσχρᾶς καὶ ἀκλεοῦς ἐλπίδι σωτηρίας ὑποπεσὼν τοῖς πολεμίοις αἰσχίονα ἑαυτῷ τὸν θάνατον ἐποίησεν.
Comparison of Nicias and Crassus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1916.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.