καὶ προάγοντες οὕτως ἐπὶ ῥεῖθρον ἦλθον ὃ καλεῖται Βάλισσος, οὐ πολὺ μὲν ἄλλως οὐδὲ ἄφθονον, ἀσμένοις δὲ τότε τοῖς στρατιώταις φανὲν ἐν αὐχμῷ καὶ καύματι καὶ παρὰ τὴν ἄλλην ἐπίπονον καὶ ἄνυδρον πορείαν.
Crassus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1916.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.