καὶ πρῶτον μὲν τοῦ ἵππου προσαχθέντος αὐτῷ σπασάμενος τὸ ξίφος καὶ εἰπών ὅτι νικῶν μὲν ἔχοι πολλοὺς ἵππους καὶ καλοὺς τῶν πολεμίων, ἡττώμενος δὲ οὐ δεῖται, κατέσφαξε τὸν ἵππον· ἔπειτα πρὸς Κράσσον αὐτὸν ὠθούμενος διὰ πολλῶν ὅπλων καὶ τραυμάτων ἐκείνου μὲν οὐκ ἔτυχεν, ἑκατοντάρχας δὲ δύο συμπεσόντας ἀνεῖλε.
Crassus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1916.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.