οὐ μὴν ἀλλʼ ἐκ τῶν παρόντων ἀναλαμβάνειν ἐπειρᾶτο τὴν πόλιν. καὶ τὸ μὲν πῦρ ὄμβροι κατέσβεσαν ἔκ τινος θείας τύχης περὶ τὴν ἅλωσιν αὐτήν συμπεσόντες, τὰ δὲ πλεῖστα τῶν ἀπολωλότων αὐτὸς ἔτι παρὼν ἀνῳκοδόμησε, καὶ τούς φεύγοντας Ἀμισηνῶν ἐδέξατο, καὶ τῶν ἄλλων Ἑλλήνων κατῴκισε τούς βουλομένους, εἴκοσι καὶ ἑκατὸν σταδίων χώραν προσορίσας.
Lucullus. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1914.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.