ὀλίγων δὲ μηνῶν διαγενομένων ἦν μὲν θέα μονομάχων, οὔπω δὲ τῶν τόπων διακεκριμένων, ἀλλʼ ἔτι τοῦ θεάτρου συμμιγοῦς ἀνδράσι καὶ γυναιξὶν ὄντος, ἔτυχε πλησίον τοῦ Σύλλα καθεζομένη γυνὴ τήν ὄψιν εὐπρεπὴς καὶ γένους λαμπροῦ·
Sulla. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1916.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.