οἱ δὲ ἐν τῇ πόλει Θηβαῖοι μετὰ τῶν Ἁλιαρτίων συντεταγμένοι τέως μὲν ἡσύχαζον, ἐπεὶ δὲ τὸν Λύσανδρον ἅμα τοῖς πρώτοις προσπελάζοντα τῷ τείχει κατεῖδον, ἐξαπίνης ἀνοίξαντες τὰς πύλας καὶ προσπεσόντες αὐτόν τε μετὰ τοῦ μάντεως κατέβαλον καὶ τῶν ἄλλων ὀλίγους τινάς· οἱ γὰρ πλεῖστοι ταχέως ἀνέφυγον πρὸς τὴν φάλαγγα.
Lysander. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1916.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.