οἱ δὲ Λακεδαιμόνιοι τοῖς μὲν ἄλλοις οὐ πάνυ προσεῖχον ἐγκαλοῦσιν· ἐπεὶ δὲ Φαρνάβαζος ἀδικούμενος ὑπʼ αὐτοῦ τὴν χώραν ἄγοντος καὶ φέροντος ἀπέστειλεν εἰς τὴν Σπάρτην κατηγόρους, ἀγανακτήσαντες οἱ ἔφοροι τῶν μὲν φίλων αὐτοῦ καὶ συστρατήγων ἕνα Θώρακα λαβόντες ἀργύριον ἰδίᾳ κεκτημένον ἀπέκτειναν, ἐκείνῳ δὲ σκυτάλην ἔπεμψαν ἥκειν κελεύοντες.
Lysander. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1916.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.