ἐστρατήγει δὲ τῆς Λιβύης τότε Σεξτίλιος, ἀνήρ Ῥωμαῖος, οὔτε φαῦλον οὐθὲν οὔτε χρηστὸν ἐκ Μαρίου προειληφώς, ἀλλʼ ὅσον ἀπʼ οἴκτου τι προσδοκώμενος ὠφελήσειν. ἄρτι δὲ αὐτοῦ μετʼ ὀλίγων ἀποβεβηκότος ὑπηρέτης ἀπαντήσας καὶ καταστὰς ἐναντίον εἶπεν, ἀπαγορεύει σοι Σεξτίλιος ὁ στρατηγός, ὦ Μάριε, Λιβύης ἐπιβαίνειν· εἰ δὲ μή, φησὶν ἀμυνεῖν τοῖς τῆς βουλῆς δόγμασιν, ὡς Ῥωμαίων πολεμίῳ χρώμενος.
Caius Marius. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1920.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.