τὸ δὲ περὶ τοὺς γῦπας θαύματος ἄξιον Ἀλέξανδρος ὁ Μύνδιος ἱστόρηκε. δύο γὰρ ἐφαίνοντο πρὸ τῶν κατορθωμάτων ἀεὶ περὶ τὰς στρατιὰς καὶ παρηκολούθουν γνωριζόμενοι χαλκοῖς περιδεραίοις· ταὐτὰ δὲ οἱ στρατιῶται συλλαβόντες αὐτούς περιῆψαν, εἶτα ἀφῆκαν· ἐκ δὲ τούτου γνωρίζοντες ἠσπάζοντο αὐτούς οἱ στρατιῶται 1 καὶ φανέντων ἐπὶ ταῖς ἐξόδοις ἔχαιρον ὡς ἀγαθὸν τι πράξοντες.
Caius Marius. Plutarch. ed. Bernadotte Perrin. Cambridge, MA. 1920.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.